Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.78.5 Hdt. 4.79.4 (English) >>Hdt. 4.80.4

4.79.2 ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή, τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν· ἐς ταύτην θεὸς ἐνέσκηψε βέλος. καὶ μὲν κατεκάη πᾶσα, Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν. 4.79.3 Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι· οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους. 4.79.4 ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων· “ἡμῖν γὰρ καταγελᾶτε, Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας θεὸς λαμβάνει· νῦν οὗτος δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται. εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω.” 4.79.5 εἵποντο τῶν Σκυθέων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε. ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν.

ch. 80 4.80.1 ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ, οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην, γεγονότα ἐκ τῆς Τήρεω θυγατρός, ἐπανιστέατο τῷ Σκύλῃ.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.78.5 Hdt. 4.79.4 (English) >>Hdt. 4.80.4

Powered by PhiloLogic